Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.153 Joseph. AJ 17.157 (English) >>Joseph. AJ 17.162

17.155

Καὶ οἱ μὲν τοιούτοις λόγοις ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης ἡμέρας ἀνελθόντες κατέσπων τε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων. 17.156καὶ στρατηγὸς τοῦ βασιλέως, ἀγγέλλεται γὰρ ἐπιχείρησις πρὸς αὐτόν, ἀπὸ μείζονος διανοίας ἐπράσσετο ὑπολαβὼν ἄνεισι χεῖρα πολλὴν ἀγόμενος, ὁπόσοι ἀνθέξοιεν τῷ πλήθει τῶν πειρωμένων καθαιρεῖν τὸ ἀνάθημα, ἐπιπεσών τε μὴ προσδεχομένοις, ἀλλʼ ὁποῖα ὄχλος φιλεῖ δόξῃ μᾶλλον ἀμαθεῖ προνοίᾳ ἀσφαλεῖ τετολμηκότας, ἀσυντάκτοις τε καὶ μηδὲν τοῦ ὀνήσοντος προανεσκοπημένοις, 17.157τῶν τε νέων οὐκ ἐλάσσους τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα. 17.158ἐρομένου δὲ ἐπεὶ ἀφίκοντο ἐπʼ αὐτὸν τοῦ βασιλέως, εἰ τολμήσειαν αὐτοῦ τὸ ἀνάθημα καθελεῖν, “ἀλλὰ καὶ πεφρόνηταί γε ἡμῖν τὰ φρονηθέντα καὶ πέπρακται τὰ πεπραγμένα μετʼ ἀρετῆς ἀνδράσι πρεπωδεστάτης· τοῦ τε γὰρ θείου τῇ ἀξιώσει βεβοήθηται ὑφʼ ἡμῶν καὶ τοῦ νόμου ἠκρόατο τὸ σῶφρον, 17.159θαυμαστόν τε οὐδέν, εἰ τῶν σῶν δογμάτων ἀξιωτέρους τετηρῆσθαι ἡγησάμεθα νόμους, οὓς Μωσῆς ὑπαγορεύσει καὶ διδαχῇ τοῦ θεοῦ γραψάμενος κατέλιπεν. ἡδονῇ τε τὸν θάνατον οἴσομεν καὶ τιμωρίαν ἥντινα ἐπιβάλοις διὰ τὸ μὴ ἐπʼ ἀδίκοις ἔργοις, ἀλλὰ φιλίᾳ τοῦ εὐσεβοῦς



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.153 Joseph. AJ 17.157 (English) >>Joseph. AJ 17.162

Powered by PhiloLogic